21.352 τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει ·
21.353 τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας ,
21.354 οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
21.355 πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο .
21.356 καίετο δ’ ἲς ποταμοῖο ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν ·
21.357 Ἥφαιστ’ , οὔ τις σοί γε θεῶν δύνατ’ ἀντιφερίζειν ,
21.358 οὐδ’ ἂν ἐγὼ σοί γ’ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην .
21.359 λῆγ’ ἔριδος , Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς
21.360 ἄστεος ἐξελάσειε · τί μοι ἔριδος καὶ ἀρωγῆς ;
21.361 φῆ πυρὶ καιόμενος , ἀνὰ δ’ ἔφλυε καλὰ ῥέεθρα .
21.362 ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ
21.363 κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
21.364 πάντοθεν ἀμβολάδην , ὑπὸ δὲ ξύλα κάγκανα κεῖται ,
21.365 ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο , ζέε δ’ ὕδωρ ·
21.366 οὐδ’ ἔθελε προρέειν , ἀλλ’ ἴσχετο · τεῖρε δ’ ἀϋτμὴ
21.367 Ἡφαίστοιο βίηφι πολύφρονος . αὐτὰρ γ’ Ἥρην
21.368 πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα ·
21.369 Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
21.370 ἐξ ἄλλων ; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι
21.371 ὅσσον οἱ ἄλλοι πάντες , ὅσοι Τρώεσσιν ἀρωγοί .
21.372 ἀλλ’ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις ,
21.373 παυέσθω δὲ καὶ οὗτος · ἐγὼ δ’ ἐπὶ καὶ τόδ’ ὀμοῦμαι ,
21.374 μή ποτ’ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ ,
21.375 μὴ δ’ ὁπότ’ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
21.376 καιομένη , καίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν .
21.377 αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε θεὰ λευκώλενος Ἥρη ,
21.378 αὐτίκ’ ἄρ’ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν ·
21.379 Ἥφαιστε σχέο τέκνον ἀγακλεές · οὐ γὰρ ἔοικεν
21.380 ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν .