21.295 πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
21.296 Τρωϊκόν , ὅς κε φύγῃσι · σὺ δ’ Ἕκτορι θυμὸν ἀπούρας
21.297 ἂψ ἐπὶ νῆας ἴμεν · δίδομεν δέ τοι εὖχος ἀρέσθαι .
21.298 τὼ μὲν ἄρ’ ὣς εἰπόντε μετ’ ἀθανάτους ἀπεβήτην ·
21.299 αὐτὰρ βῆ , μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή ,
21.300 ἐς πεδίον · τὸ δὲ πᾶν πλῆθ’ ὕδατος ἐκχυμένοιο ,
21.301 πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
21.302 πλῶον καὶ νέκυες · τοῦ δ’ ὑψόσε γούνατ’ ἐπήδα
21.303 πρὸς ῥόον ἀΐσσοντος ἀν’ ἰθύν , οὐδέ μιν ἴσχεν
21.304 εὐρὺ ῥέων ποταμός · μέγα γὰρ σθένος ἔμβαλ’ Ἀθήνη .
21.305 οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος , ἀλλ’ ἔτι μᾶλλον
21.306 χώετο Πηλεΐωνι , κόρυσσε δὲ κῦμα ῥόοιο
21.307 ὑψόσ’ ἀειρόμενος , Σιμόεντι δὲ κέκλετ’ ἀΰσας ·
21.308 φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
21.309 σχῶμεν , ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
21.310 ἐκπέρσει , Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν .
21.311 ἀλλ’ ἐπάμυνε τάχιστα , καὶ ἐμπίπληθι ῥέεθρα
21.312 ὕδατος ἐκ πηγέων , πάντας δ’ ὀρόθυνον ἐναύλους ,
21.313 ἵστη δὲ μέγα κῦμα , πολὺν δ’ ὀρυμαγδὸν ὄρινε
21.314 φιτρῶν καὶ λάων , ἵνα παύσομεν ἄγριον ἄνδρα
21.315 ὃς δὴ νῦν κρατέει , μέμονεν δ’ γε ἶσα θεοῖσι .
21.316 φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος
21.317 οὔτε τὰ τεύχεα καλά , τά που μάλα νειόθι λίμνης
21.318 κείσεθ’ ὑπ’ ἰλύος κεκαλυμμένα · κὰδ δέ μιν αὐτὸν
21.319 εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
21.320 μυρίον , οὐδέ οἱ ὀστέ’ ἐπιστήσονται Ἀχαιοὶ
21.321 ἀλλέξαι · τόσσην οἱ ἄσιν καθύπερθε καλύψω .
21.322 αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται , οὐδέ τί μιν χρεὼ