21.235 πάντα δ’ ὄρινε ῥέεθρα κυκώμενος , ὦσε δὲ νεκροὺς
21.236 πολλούς , οἵ ῥα κατ’ αὐτὸν ἅλις ἔσαν , οὓς κτάν’ Ἀχιλλεύς
21.237 τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος
21.238 χέρσον δέ · ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα ,
21.239 κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι .
21.240 δεινὸν δ’ ἀμφ’ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα ,
21.241 ὤθει δ’ ἐν σάκεϊ πίπτων ῥόος · οὐδὲ πόδεσσιν
21.242 εἶχε στηρίξασθαι · δὲ πτελέην ἕλε χερσὶν
21.243 εὐφυέα μεγάλην · δ’ ἐκ ῥιζῶν ἐριποῦσα
21.244 κρημνὸν ἅπαντα διῶσεν , ἐπέσχε δὲ καλὰ ῥέεθρα
21.245 ὄζοισιν πυκινοῖσι , γεφύρωσεν δέ μιν αὐτὸν
21.246 εἴσω πᾶσ’ ἐριποῦσ’ · δ’ ἄρ’ ἐκ δίνης ἀνορούσας
21.247 ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
21.248 δείσας · οὐδέ τ’ ἔληγε θεὸς μέγας , ὦρτο δ’ ἐπ’ αὐτῷ
21.249 ἀκροκελαινιόων , ἵνα μιν παύσειε πόνοιο
21.250 δῖον Ἀχιλλῆα , Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι .
21.251 Πηλεΐδης δ’ ἀπόρουσεν ὅσον τ’ ἐπὶ δουρὸς ἐρωή ,
21.252 αἰετοῦ οἴματ’ ἔχων μέλανος τοῦ θηρητῆρος ,
21.253 ὅς θ’ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν ·
21.254 τῷ ἐϊκὼς ἤϊξεν , ἐπὶ στήθεσσι δὲ χαλκὸς
21.255 σμερδαλέον κονάβιζεν · ὕπαιθα δὲ τοῖο λιασθεὶς
21.256 φεῦγ’ , δ’ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ .
21.257 ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
21.258 ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ
21.259 χερσὶ μάκελλαν ἔχων , ἀμάρης ἐξ ἔχματα βάλλων ·
21.260 τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
21.261 ὀχλεῦνται · τὸ δέ τ’ ὦκα κατειβόμενον κελαρύζει
21.262 χώρῳ ἔνι προαλεῖ , φθάνει δέ τε καὶ τὸν ἄγοντα ·
21.263 ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο
21.264 καὶ λαιψηρὸν ἐόντα · θεοὶ δέ τε φέρτεροι ἀνδρῶν .