19.364 ἀνδρῶν · ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς .
19.365 τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε , τὼ δέ οἱ ὄσσε
19.366 λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας , ἐν δέ οἱ ἦτορ
19.367 δῦν’ ἄχος ἄτλητον · δ’ ἄρα Τρωσὶν μενεαίνων
19.368 δύσετο δῶρα θεοῦ , τά οἱ Ἥφαιστος κάμε τεύχων .
19.369 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
19.370 καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας ·
19.371 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν .
19.372 ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
19.373 χάλκεον · αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
19.374 εἵλετο , τοῦ δ’ ἀπάνευθε σέλας γένετ’ ἠΰτε μήνης .
19.375 ὡς δ’ ὅτ’ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ
19.376 καιομένοιο πυρός , τό τε καίεται ὑψόθ’ ὄρεσφι
19.377 σταθμῷ ἐν οἰοπόλῳ · τοὺς δ’ οὐκ ἐθέλοντας ἄελλαι
19.378 πόντον ἐπ’ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν ·
19.379 ὣς ἀπ’ Ἀχιλλῆος σάκεος σέλας αἰθέρ’ ἵκανε
19.380 καλοῦ δαιδαλέου · περὶ δὲ τρυφάλειαν ἀείρας
19.381 κρατὶ θέτο βριαρήν · δ’ ἀστὴρ ὣς ἀπέλαμπεν
19.382 ἵππουρις τρυφάλεια , περισσείοντο δ’ ἔθειραι
19.383 χρύσεαι , ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς .
19.384 πειρήθη δ’ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς ,
19.385 εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα ·
19.386 τῷ δ’ εὖτε πτερὰ γίγνετ’ , ἄειρε δὲ ποιμένα λαῶν .
19.387 ἐκ δ’ ἄρα σύριγγος πατρώϊον ἐσπάσατ’ ἔγχος
19.388 βριθὺ μέγα στιβαρόν · τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶν
19.389 πάλλειν , ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς ·
19.390 Πηλιάδα μελίην , τὴν πατρὶ φίλῳ πόρε Χείρων
19.391 Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν ·
19.392 ἵππους δ’ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες