19.301 ὣς ἔφατο κλαίουσ’ , ἐπὶ δὲ στενάχοντο γυναῖκες
19.302 Πάτροκλον πρόφασιν , σφῶν δ’ αὐτῶν κήδε’ ἑκάστη .
19.303 αὐτὸν δ’ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο
19.304 λισσόμενοι δειπνῆσαι · δ’ ἠρνεῖτο στεναχίζων ·
19.305 λίσσομαι , εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ’ ἑταίρων ,
19.306 μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
19.307 ἄσασθαι φίλον ἦτορ , ἐπεί μ’ ἄχος αἰνὸν ἱκάνει ·
19.308 δύντα δ’ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης .
19.309 ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας ,
19.310 δοιὼ δ’ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς
19.311 Νέστωρ Ἰδομενεύς τε γέρων θ’ ἱππηλάτα Φοῖνιξ
19.312 τέρποντες πυκινῶς ἀκαχήμενον · οὐδέ τι θυμῷ
19.313 τέρπετο , πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος .
19.314 μνησάμενος δ’ ἁδινῶς ἀνενείκατο φώνησέν τε ·
19.315 ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ’ ἑταίρων
19.316 αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας
19.317 αἶψα καὶ ὀτραλέως , ὁπότε σπερχοίατ’ Ἀχαιοὶ
19.318 Τρωσὶν ἐφ’ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα .
19.319 νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος , αὐτὰρ ἐμὸν κῆρ
19.320 ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων
19.321 σῇ ποθῇ · οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι ,
19.322 οὐδ’ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην ,
19.323 ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει
19.324 χήτεϊ τοιοῦδ’ υἷος · δ’ ἀλλοδαπῷ ἐνὶ δήμῳ
19.325 εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω ·
19.326 ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός ,
19.327 εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής .
19.328 πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
19.329 οἶον ἐμὲ φθίσεσθαι ἀπ’ Ἄργεος ἱπποβότοιο
19.330 αὐτοῦ ἐνὶ Τροίῃ , σὲ δέ τε Φθίην δὲ νέεσθαι ,
19.331 ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ