18.452 πέμπε δέ μιν πόλεμον δέ , πολὺν δ’ ἅμα λαὸν ὄπασσε .
18.453 πᾶν δ’ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι ·
18.454 καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον , εἰ μὴ Ἀπόλλων
18.455 πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν
18.456 ἔκταν’ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε .
18.457 τοὔνεκα νῦν τὰ σὰ γούναθ’ ἱκάνομαι , αἴ κ’ ἐθέλῃσθα
18.458 υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν
18.459 καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας
18.460 καὶ θώρηχ’ · γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος
18.461 Τρωσὶ δαμείς · δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων .
18.462 τὴν δ’ ἠμείβετ’ ἔπειτα περικλυτὸς ἀμφιγυήεις ·
18.463 θάρσει · μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων .
18.464 αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην
18.465 νόσφιν ἀποκρύψαι , ὅτε μιν μόρος αἰνὸς ἱκάνοι ,
18.466 ὥς οἱ τεύχεα καλὰ παρέσσεται , οἷά τις αὖτε
18.467 ἀνθρώπων πολέων θαυμάσσεται , ὅς κεν ἴδηται .
18.468 ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ , βῆ δ’ ἐπὶ φύσας ·
18.469 τὰς δ’ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι .
18.470 φῦσαι δ’ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων
18.471 παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι ,
18.472 ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι , ἄλλοτε δ’ αὖτε ,
18.473 ὅππως Ἥφαιστός τ’ ἐθέλοι καὶ ἔργον ἄνοιτο .
18.474 χαλκὸν δ’ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε
18.475 καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον · αὐτὰρ ἔπειτα
18.476 θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα , γέντο δὲ χειρὶ
18.477 ῥαιστῆρα κρατερήν , ἑτέρηφι δὲ γέντο πυράγρην .
18.478 ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε
18.479 πάντοσε δαιδάλλων , περὶ δ’ ἄντυγα βάλλε φαεινὴν
18.480 τρίπλακα μαρμαρέην , ἐκ δ’ ἀργύρεον τελαμῶνα .