18.334 οὔ σε πρὶν κτεριῶ πρίν γ’ Ἕκτορος ἐνθάδ’ ἐνεῖκαι
18.335 τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος ·
18.336 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω
18.337 Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς .
18.338 τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως ,
18.339 ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι
18.340 κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι ,
18.341 τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ
18.342 πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων .
18.343 ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς
18.344 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν , ὄφρα τάχιστα
18.345 Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα .
18.346 οἳ δὲ λοετροχόον τρίποδ’ ἵστασαν ἐν πυρὶ κηλέῳ ,
18.347 ἐν δ’ ἄρ’ ὕδωρ ἔχεαν , ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες .
18.348 γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε , θέρμετο δ’ ὕδωρ ·
18.349 αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ ,
18.350 καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ’ ἐλαίῳ ,
18.351 ἐν δ’ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο ·
18.352 ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν
18.353 ἐς πόδας ἐκ κεφαλῆς , καθύπερθε δὲ φάρεϊ λευκῷ .
18.354 παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ’ Ἀχιλῆα
18.355 Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες ·
18.356 Ζεὺς δ’ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε ·
18.357 ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη
18.358 ἀνστήσασ’ Ἀχιλῆα πόδας ταχύν · ῥά νυ σεῖο
18.359 ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί .
18.360 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη ·
18.361 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες .
18.362 καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι ,
18.363 ὅς περ θνητός τ’ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε ·
18.364 πῶς δὴ ἔγωγ’ , φημι θεάων ἔμμεν ἀρίστη ,