17.368 ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ’ ὅσσον ἄριστοι
17.369 ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι .
17.370 οἳ δ’ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
17.371 εὔκηλοι πολέμιζον ὑπ’ αἰθέρι , πέπτατο δ’ αὐγὴ
17.372 ἠελίου ὀξεῖα , νέφος δ’ οὐ φαίνετο πάσης
17.373 γαίης οὐδ’ ὀρέων · μεταπαυόμενοι δὲ μάχοντο
17.374 ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα
17.375 πολλὸν ἀφεσταότες . τοὶ δ’ ἐν μέσῳ ἄλγε’ ἔπασχον
17.376 ἠέρι καὶ πολέμῳ , τείροντο δὲ νηλέϊ χαλκῷ
17.377 ὅσσοι ἄριστοι ἔσαν · δύο δ’ οὔ πω φῶτε πεπύσθην
17.378 ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε
17.379 Πατρόκλοιο θανόντος ἀμύμονος , ἀλλ’ ἔτ’ ἔφαντο
17.380 ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι .
17.381 τὼ δ’ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
17.382 νόσφιν ἐμαρνάσθην , ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ
17.383 ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν .
17.384 τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει
17.385 ἀργαλέης · καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ
17.386 γούνατά τε κνῆμαί τε πόδες θ’ ὑπένερθεν ἑκάστου
17.387 χεῖρές τ’ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
17.388 ἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο .
17.389 ὡς δ’ ὅτ’ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
17.390 λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ ·
17.391 δεξάμενοι δ’ ἄρα τοί γε διαστάντες τανύουσι
17.392 κυκλόσ’ , ἄφαρ δέ τε ἰκμὰς ἔβη , δύνει δέ τ’ ἀλοιφὴ
17.393 πολλῶν ἑλκόντων , τάνυται δέ τε πᾶσα διὰ πρό ·
17.394 ὣς οἵ γ’ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
17.395 εἵλκεον ἀμφότεροι · μάλα δέ σφισιν ἔλπετο θυμὸς
17.396 Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον , αὐτὰρ Ἀχαιοῖς
17.397 νῆας ἔπι γλαφυράς · περὶ δ’ αὐτοῦ μῶλος ὀρώρει
17.398 ἄγριος · οὐδέ κ’ Ἄρης λαοσσόος οὐδέ κ’ Ἀθήνη
17.399 τόν γε ἰδοῦσ’ ὀνόσαιτ’ , οὐδ’ εἰ μάλα μιν χόλος ἵκοι ·