17.306 τυτθόν · δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν
17.307 Φωκήων ὄχ’ ἄριστον , ὃς ἐν κλειτῷ Πανοπῆϊ
17.308 οἰκία ναιετάασκε πολέσσ’ ἄνδρεσσιν ἀνάσσων ,
17.309 τὸν βάλ’ ὑπὸ κληῗδα μέσην · διὰ δ’ ἀμπερὲς ἄκρη
17.310 αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε ·
17.311 δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ .
17.312 Αἴας δ’ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν
17.313 Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε ·
17.314 ῥῆξε δὲ θώρηκος γύαλον , διὰ δ’ ἔντερα χαλκὸς
17.315 ἤφυσ’ · δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ .
17.316 χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ ·
17.317 Ἀργεῖοι δὲ μέγα ἴαχον , ἐρύσαντο δὲ νεκροὺς
17.318 Φόρκυν θ’ Ἱππόθοόν τε , λύοντο δὲ τεύχε’ ἀπ’ ὤμων .
17.319 ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν
17.320 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες ,
17.321 Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν
17.322 κάρτεϊ καὶ σθένεϊ σφετέρῳ · ἀλλ’ αὐτὸς Ἀπόλλων
17.323 Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς
17.324 κήρυκι Ἠπυτίδῃ , ὅς οἱ παρὰ πατρὶ γέροντι
17.325 κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς ·
17.326 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων ·
17.327 Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε
17.328 Ἴλιον αἰπεινήν ; ὡς δὴ ἴδον ἀνέρας ἄλλους
17.329 κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε
17.330 πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας ·
17.331 ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται Δαναοῖσι
17.332 νίκην · ἀλλ’ αὐτοὶ τρεῖτ’ ἄσπετον οὐδὲ μάχεσθε .
17.333 ὣς ἔφατ’ , Αἰνείας δ’ ἑκατηβόλον Ἀπόλλωνα
17.334 ἔγνω ἐς ἄντα ἰδών , μέγα δ’ Ἕκτορα εἶπε βοήσας ·
17.335 Ἕκτόρ τ’ ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων
17.336 αἰδὼς μὲν νῦν ἥδε γ’ ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν