17.210 Ἕκτορι δ’ ἥρμοσε τεύχε’ ἐπὶ χροΐ , δῦ δέ μιν Ἄρης
17.211 δεινὸς ἐνυάλιος , πλῆσθεν δ’ ἄρα οἱ μέλε’ ἐντὸς
17.212 ἀλκῆς καὶ σθένεος · μετὰ δὲ κλειτοὺς ἐπικούρους
17.213 βῆ ῥα μέγα ἰάχων · ἰνδάλλετο δέ σφισι πᾶσι
17.214 τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος .
17.215 ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι
17.216 Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε
17.217 Ἀστεροπαῖόν τε Δεισήνορά θ’ Ἱππόθοόν τε
17.218 Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν ·
17.219 τοὺς γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα ·
17.220 κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων ·
17.221 οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων
17.222 ἐνθάδ’ ἀφ’ ὑμετέρων πολίων ἤγειρα ἕκαστον ,
17.223 ἀλλ’ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα
17.224 προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ’ Ἀχαιῶν .
17.225 τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ
17.226 λαούς , ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω .
17.227 τώ τις νῦν ἰθὺς τετραμμένος ἀπολέσθω
17.228 ἠὲ σαωθήτω · γὰρ πολέμου ὀαριστύς .
17.229 ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης
17.230 Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ , εἴξῃ δέ οἱ Αἴας ,
17.231 ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι , ἥμισυ δ’ αὐτὸς
17.232 ἕξω ἐγώ · τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ .
17.233 ὣς ἔφαθ’ , οἳ δ’ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν
17.234 δούρατ’ ἀνασχόμενοι · μάλα δέ σφισιν ἔλπετο θυμὸς
17.235 νεκρὸν ὑπ’ Αἴαντος ἐρύειν Τελαμωνιάδαο
17.236 νήπιοι · τε πολέσσιν ἐπ’ αὐτῷ θυμὸν ἀπηύρα .
17.237 καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον ·
17.238 πέπον Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ
17.239 ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο .
17.240 οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο ,
17.241 ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ’ οἰωνούς ,