16.737 οὐδ’ ἁλίωσε βέλος , βάλε δ’ Ἕκτορος ἡνιοχῆα
16.738 Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο
16.739 ἵππων ἡνί’ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ .
16.740 ἀμφοτέρας δ’ ὀφρῦς σύνελεν λίθος , οὐδέ οἱ ἔσχεν
16.741 ὀστέον , ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
16.742 αὐτοῦ πρόσθε ποδῶν · δ’ ἄρ’ ἀρνευτῆρι ἐοικὼς
16.743 κάππεσ’ ἀπ’ εὐεργέος δίφρου , λίπε δ’ ὀστέα θυμός .
16.744 τὸν δ’ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ ·
16.745 πόποι μάλ’ ἐλαφρὸς ἀνήρ , ὡς ῥεῖα κυβιστᾷ .
16.746 εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο ,
16.747 πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν
16.748 νηὸς ἀποθρῴσκων , εἰ καὶ δυσπέμφελος εἴη ,
16.749 ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ .
16.750 ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν .
16.751 ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει
16.752 οἶμα λέοντος ἔχων , ὅς τε σταθμοὺς κεραΐζων
16.753 ἔβλητο πρὸς στῆθος , ἑή τέ μιν ὤλεσεν ἀλκή ·
16.754 ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς .
16.755 Ἕκτωρ δ’ αὖθ’ ἑτέρωθεν ἀφ’ ἵππων ἆλτο χαμᾶζε .
16.756 τὼ περὶ Κεβριόναο λέονθ’ ὣς δηρινθήτην ,
16.757 τ’ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο
16.758 ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον ·
16.759 ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς
16.760 Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ
16.761 ἵεντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ .
16.762 Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει ·
16.763 Πάτροκλος δ’ ἑτέρωθεν ἔχεν ποδός · οἳ δὲ δὴ ἄλλοι
16.764 Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην .
16.765 ὡς δ’ Εὖρός τε Νότος τ’ ἐριδαίνετον ἀλλήλοιιν
16.766 οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην
16.767 φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν ,
16.768 αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους