14.455 χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα ,
14.456 ἀλλά τις Ἀργείων κόμισε χροΐ , καί μιν ὀΐω
14.457 αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω .
14.458 ὣς ἔφατ’ , Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο ·
14.459 Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
14.460 τῷ Τελαμωνιάδῃ · τοῦ γὰρ πέσεν ἄγχι μάλιστα .
14.461 καρπαλίμως δ’ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ .
14.462 Πουλυδάμας δ’ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν
14.463 λικριφὶς ἀΐξας , κόμισεν δ’ Ἀντήνορος υἱὸς
14.464 Ἀρχέλοχος · τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον .
14.465 τόν ῥ’ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ ,
14.466 νείατον ἀστράγαλον , ἀπὸ δ’ ἄμφω κέρσε τένοντε ·
14.467 τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε
14.468 οὔδεϊ πλῆντ’ περ κνῆμαι καὶ γοῦνα πεσόντος .
14.469 Αἴας δ’ αὖτ’ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι ·
14.470 φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες
14.471 ῥ’ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι
14.472 ἄξιος ; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ ,
14.473 ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο
14.474 πάϊς · αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει .
14.475 ῥ’ εὖ γιγνώσκων , Τρῶας δ’ ἄχος ἔλλαβε θυμόν .
14.476 ἔνθ’ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ
14.477 ἀμφὶ κασιγνήτῳ βεβαώς · δ’ ὕφελκε ποδοῖιν .
14.478 τῷ δ’ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας ·
14.479 Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι
14.480 οὔ θην οἴοισίν γε πόνος τ’ ἔσεται καὶ ὀϊζὺς
14.481 ἡμῖν , ἀλλά ποθ’ ὧδε κατακτενέεσθε καὶ ὔμμες .
14.482 φράζεσθ’ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
14.483 ἔγχει ἐμῷ , ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
14.484 δηρὸν ἄτιτος ἔῃ · τὼ καί κέ τις εὔχεται ἀνὴρ
14.485 γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι .