13.188 Ἕκτωρ δ’ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
13.189 κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο ·
13.190 Αἴας δ’ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
13.191 Ἕκτορος · ἀλλ’ οὔ πῃ χροὸς εἴσατο , πᾶς δ’ ἄρα χαλκῷ
13.192 σμερδαλέῳ κεκάλυφθ’ · δ’ ἄρ’ ἀσπίδος ὀμφαλὸν οὖτα ,
13.193 ὦσε δέ μιν σθένεϊ μεγάλῳ · δὲ χάσσατ’ ὀπίσσω
13.194 νεκρῶν ἀμφοτέρων , τοὺς δ’ ἐξείρυσσαν Ἀχαιοί .
13.195 Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς
13.196 ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν ·
13.197 Ἴμβριον αὖτ’ Αἴαντε μεμαότε θούριδος ἀλκῆς
13.198 ὥς τε δύ’ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
13.199 ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
13.200 ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε ,
13.201 ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
13.202 τεύχεα συλήτην · κεφαλὴν δ’ ἁπαλῆς ἀπὸ δειρῆς
13.203 κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο ,
13.204 ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι’ ὁμίλου ·
13.205 Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι .
13.206 καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
13.207 υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι ,
13.208 βῆ δ’ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
13.209 ὀτρυνέων Δαναούς , Τρώεσσι δὲ κήδεα τεῦχεν .
13.210 Ἰδομενεὺς δ’ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
13.211 ἐρχόμενος παρ’ ἑταίρου , οἱ νέον ἐκ πολέμοιο
13.212 ἦλθε κατ’ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ .
13.213 τὸν μὲν ἑταῖροι ἔνεικαν , δ’ ἰητροῖς ἐπιτείλας
13.214 ἤϊεν ἐς κλισίην · ἔτι γὰρ πολέμοιο μενοίνα
13.215 ἀντιάαν · τὸν δὲ προσέφη κρείων ἐνοσίχθων
13.216 εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι
13.217 ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
13.218 Αἰτωλοῖσιν ἄνασσε , θεὸς δ’ ὣς τίετο δήμῳ ·
13.219 Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ
13.220 οἴχονται , τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν ;