12.406 χώρησεν δ’ ἄρα τυτθὸν ἐπάλξιος · οὐδ’ γε πάμπαν
12.407 χάζετ’ , ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι .
12.408 κέκλετο δ’ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν ·
12.409 Λύκιοι τί τ’ ἄρ’ ὧδε μεθίετε θούριδος ἀλκῆς ;
12.410 ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
12.411 μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον ·
12.412 ἀλλ’ ἐφομαρτεῖτε · πλεόνων δέ τι ἔργον ἄμεινον .
12.413 ὣς ἔφαθ’ , οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
12.414 μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα .
12.415 Ἀργεῖοι δ’ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
12.416 τείχεος ἔντοσθεν , μέγα δέ σφισι φαίνετο ἔργον ·
12.417 οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
12.418 τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον ,
12.419 οὔτέ ποτ’ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
12.420 τείχεος ἂψ ὤσασθαι , ἐπεὶ τὰ πρῶτα πέλασθεν .
12.421 ἀλλ’ ὥς τ’ ἀμφ’ οὔροισι δύ’ ἀνέρε δηριάασθον
12.422 μέτρ’ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ ,
12.423 τ’ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης ,
12.424 ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες · οἳ δ’ ὑπὲρ αὐτέων
12.425 δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
12.426 ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα .
12.427 πολλοὶ δ’ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ ,
12.428 ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
12.429 μαρναμένων , πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς .
12.430 πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
12.431 ἐρράδατ’ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν .
12.432 ἀλλ’ οὐδ’ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν ,
12.433 ἀλλ’ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής ,
12.434 τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
12.435 ἰσάζουσ’ , ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται ·
12.436 ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε ,
12.437 πρίν γ’ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε