11.276 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
11.277 ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
11.278 φύλοπιν ἀργαλέην , ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
11.279 εἴασε Τρώεσσι πανημέριον πολεμίζειν .
11.280 ὣς ἔφαθ’ , ἡνίοχος δ’ ἵμασεν καλλίτριχας ἵππους
11.281 νῆας ἔπι γλαφυράς · τὼ δ’ οὐκ ἀέκοντε πετέσθην ·
11.282 ἄφρεον δὲ στήθεα , ῥαίνοντο δὲ νέρθε κονίῃ
11.283 τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες .
11.284 Ἕκτωρ δ’ ὡς ἐνόησ’ Ἀγαμέμνονα νόσφι κιόντα
11.285 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας ·
11.286 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
11.287 ἀνέρες ἔστε φίλοι , μνήσασθε δὲ θούριδος ἀλκῆς .
11.288 οἴχετ’ ἀνὴρ ὤριστος , ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκε
11.289 Ζεὺς Κρονίδης · ἀλλ’ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
11.290 ἰφθίμων Δαναῶν , ἵν’ ὑπέρτερον εὖχος ἄρησθε .
11.291 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου .
11.292 ὡς δ’ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
11.293 σεύῃ ἐπ’ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι ,
11.294 ὣς ἐπ’ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
11.295 Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ .
11.296 αὐτὸς δ’ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει ,
11.297 ἐν δ’ ἔπεσ’ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ ,
11.298 τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει .
11.299 ἔνθα τίνα πρῶτον , τίνα δ’ ὕστατον ἐξενάριξεν
11.300 Ἕκτωρ Πριαμίδης , ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν ;
11.301 Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην
11.302 καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ’ Ἀγέλαον
11.303 Αἴσυμνόν τ’ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην .
11.304 τοὺς ἄρ’ γ’ ἡγεμόνας Δαναῶν ἕλεν , αὐτὰρ ἔπειτα
11.305 πληθύν , ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
11.306 ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων ·
11.307 πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται , ὑψόσε δ’ ἄχνη
11.308 σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς ·