10.298 ἂμ φόνον , ἂν νέκυας , διά τ’ ἔντεα καὶ μέλαν αἷμα .
10.299 οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
10.300 εὕδειν , ἀλλ’ ἄμυδις κικλήσκετο πάντας ἀρίστους ,
10.301 ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες ·
10.302 τοὺς γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν ·
10.303 τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
10.304 δώρῳ ἔπι μεγάλῳ ; μισθὸς δέ οἱ ἄρκιος ἔσται .
10.305 δώσω γὰρ δίφρόν τε δύω τ’ ἐριαύχενας ἵππους
10.306 οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
10.307 ὅς τίς κε τλαίη , οἷ τ’ αὐτῷ κῦδος ἄροιτο ,
10.308 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν , ἔκ τε πυθέσθαι
10.309 ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ ,
10.310 ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντες
10.311 φύξιν βουλεύουσι μετὰ σφίσιν , οὐδ’ ἐθέλουσι
10.312 νύκτα φυλασσέμεναι , καμάτῳ ἀδηκότες αἰνῷ .
10.313 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ .
10.314 ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
10.315 κήρυκος θείοιο πολύχρυσος πολύχαλκος ,
10.316 ὃς δή τοι εἶδος μὲν ἔην κακός , ἀλλὰ ποδώκης ·
10.317 αὐτὰρ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν .
10.318 ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν ·
10.319 Ἕκτορ ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
10.320 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι .
10.321 ἀλλ’ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο , καί μοι ὄμοσσον
10.322 μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
10.323 δωσέμεν , οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα ,
10.324 σοὶ δ’ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ’ ἀπὸ δόξης ·
10.325 τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρ’ ἂν ἵκωμαι
10.326 νῆ’ Ἀγαμεμνονέην , ὅθι που μέλλουσιν ἄριστοι