6.127 δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν .
6.128 εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθας ,
6.129 οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην .
6.130 οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
6.131 δὴν ἦν , ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν ·
6.132 ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
6.133 σεῦε κατ’ ἠγάθεον Νυσήϊον · αἳ δ’ ἅμα πᾶσαι
6.134 θύσθλα χαμαὶ κατέχευαν ὑπ’ ἀνδροφόνοιο Λυκούργου
6.135 θεινόμεναι βουπλῆγι · Διώνυσος δὲ φοβηθεὶς
6.136 δύσεθ’ ἁλὸς κατὰ κῦμα , Θέτις δ’ ὑπεδέξατο κόλπῳ
6.137 δειδιότα · κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ .
6.138 τῷ μὲν ἔπειτ’ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες ,
6.139 καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς · οὐδ’ ἄρ’ ἔτι δὴν
6.140 ἦν , ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν ·
6.141 οὐδ’ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι .
6.142 εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν ,
6.143 ἆσσον ἴθ’ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵκηαι .
6.144 τὸν δ’ αὖθ’ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός ·
6.145 Τυδεΐδη μεγάθυμε τί γενεὴν ἐρεείνεις ;
6.146 οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν .
6.147 φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει , ἄλλα δέ θ’ ὕλη
6.148 τηλεθόωσα φύει , ἔαρος δ’ ἐπιγίγνεται ὥρη ·
6.149 ὣς ἀνδρῶν γενεὴ μὲν φύει δ’ ἀπολήγει .
6.150 εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ’ ἐῢ εἰδῇς
6.151 ἡμετέρην γενεήν , πολλοὶ δέ μιν ἄνδρες ἴσασιν ·
6.152 ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο ,
6.153 ἔνθα δὲ Σίσυφος ἔσκεν , κέρδιστος γένετ’ ἀνδρῶν ,
6.154 Σίσυφος Αἰολίδης · δ’ ἄρα Γλαῦκον τέκεθ’ υἱόν ,
6.155 αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην ·