4.435 ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν ,
4.436 ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει ·
4.437 οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς ,
4.438 ἀλλὰ γλῶσσα μέμικτο , πολύκλητοι δ’ ἔσαν ἄνδρες .
4.439 ὄρσε δὲ τοὺς μὲν Ἄρης , τοὺς δὲ γλαυκῶπις Ἀθήνη
4.440 Δεῖμός τ’ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα ,
4.441 Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε ,
4.442 τ’ ὀλίγη μὲν πρῶτα κορύσσεται , αὐτὰρ ἔπειτα
4.443 οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει ·
4.444 σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
4.445 ἐρχομένη καθ’ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν .
4.446 οἳ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο ,
4.447 σύν ῥ’ ἔβαλον ῥινούς , σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν
4.448 χαλκεοθωρήκων · ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
4.449 ἔπληντ’ ἀλλήλῃσι , πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει .
4.450 ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
4.451 ὀλλύντων τε καὶ ὀλλυμένων , ῥέε δ’ αἵματι γαῖα .
4.452 ὡς δ’ ὅτε χείμαρροι ποταμοὶ κατ’ ὄρεσφι ῥέοντες
4.453 ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
4.454 κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης ,
4.455 τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν ·
4.456 ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε .
4.457 πρῶτος δ’ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
4.458 ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον ·
4.459 τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης ,
4.460 ἐν δὲ μετώπῳ πῆξε , πέρησε δ’ ἄρ’ ὀστέον εἴσω
4.461 αἰχμὴ χαλκείη · τὸν δὲ σκότος ὄσσε κάλυψεν ,
4.462 ἤριπε δ’ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ .
4.463 τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
4.464 Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων ,