24.764 · ὡς πρὶν ὤφελλον ὀλέσθαι .
24.765 ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
24.766 ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης ·
24.767 ἀλλ’ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ’ ἀσύφηλον ·
24.768 ἀλλ’ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
24.769 δαέρων γαλόων εἰνατέρων εὐπέπλων ,
24.770 ἑκυρή , ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί ,
24.771 ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
24.772 σῇ τ’ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι .
24.773 τὼ σέ θ’ ἅμα κλαίω καὶ ἔμ’ ἄμμορον ἀχνυμένη κῆρ ·
24.774 οὐ γάρ τίς μοι ἔτ’ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
24.775 ἤπιος οὐδὲ φίλος , πάντες δέ με πεφρίκασιν .
24.776 ὣς ἔφατο κλαίουσ’ , ἐπὶ δ’ ἔστενε δῆμος ἀπείρων .
24.777 λαοῖσιν δ’ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν ·
24.778 ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ , μὴ δέ τι θυμῷ
24.779 δείσητ’ Ἀργείων πυκινὸν λόχον · γὰρ Ἀχιλλεὺς
24.780 πέμπων μ’ ὧδ’ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
24.781 μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς .
24.782 ὣς ἔφαθ’ , οἳ δ’ ὑπ’ ἀμάξῃσιν βόας ἡμιόνους τε
24.783 ζεύγνυσαν , αἶψα δ’ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο .
24.784 ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην ·
24.785 ἀλλ’ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς ,
24.786 καὶ τότ’ ἄρ’ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες ,
24.787 ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν , ἐν δ’ ἔβαλον πῦρ .
24.788 ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
24.789 τῆμος ἄρ’ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός .
24.790 αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο
24.791 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
24.792 πᾶσαν , ὁπόσσον ἐπέσχε πυρὸς μένος · αὐτὰρ ἔπειτα