24.706 τ’ ἦν παντί τε δήμῳ .
24.707 ὣς ἔφατ’ , οὐδέ τις αὐτόθ’ ἐνὶ πτόλεϊ λίπετ’ ἀνὴρ
24.708 οὐδὲ γυνή · πάντας γὰρ ἀάσχετον ἵκετο πένθος ·
24.709 ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι .
24.710 πρῶται τόν γ’ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
24.711 τιλλέσθην ἐπ’ ἄμαξαν ἐΰτροχον ἀΐξασαι
24.712 ἁπτόμεναι κεφαλῆς · κλαίων δ’ ἀμφίσταθ’ ὅμιλος .
24.713 καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
24.714 Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων ,
24.715 εἰ μὴ ἄρ’ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα ·
24.716 εἴξατέ μοι οὐρεῦσι διελθέμεν · αὐτὰρ ἔπειτα
24.717 ἄσεσθε κλαυθμοῖο , ἐπὴν ἀγάγωμι δόμον δέ .
24.718 ὣς ἔφαθ’ , οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ .
24.719 οἳ δ’ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα , τὸν μὲν ἔπειτα
24.720 τρητοῖς ἐν λεχέεσσι θέσαν , παρὰ δ’ εἷσαν ἀοιδοὺς
24.721 θρήνων ἐξάρχους , οἵ τε στονόεσσαν ἀοιδὴν
24.722 οἳ μὲν ἄρ’ ἐθρήνεον , ἐπὶ δὲ στενάχοντο γυναῖκες .
24.723 τῇσιν δ’ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο
24.724 Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα ·
24.725 ἆνερ ἀπ’ αἰῶνος νέος ὤλεο , κὰδ δέ με χήρην
24.726 λείπεις ἐν μεγάροισι · πάϊς δ’ ἔτι νήπιος αὔτως
24.727 ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι , οὐδέ μιν οἴω
24.728 ἥβην ἵξεσθαι · πρὶν γὰρ πόλις ἥδε κατ’ ἄκρης
24.729 πέρσεται · γὰρ ὄλωλας ἐπίσκοπος , ὅς τέ μιν αὐτὴν
24.730 ῥύσκευ , ἔχες δ’ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα ,
24.731 αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι ,
24.732 καὶ μὲν ἐγὼ μετὰ τῇσι · σὺ δ’ αὖ τέκος ἐμοὶ αὐτῇ
24.733 ἕψεαι , ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο
24.734 ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου , τις Ἀχαιῶν
24.735 ῥίψει