24.415 ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν .
24.416 μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
24.417 ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ ,
24.418 οὐδέ μιν αἰσχύνει · θηοῖό κεν αὐτὸς ἐπελθὼν
24.419 οἷον ἐερσήεις κεῖται , περὶ δ’ αἷμα νένιπται ,
24.420 οὐδέ ποθι μιαρός · σὺν δ’ ἕλκεα πάντα μέμυκεν
24.421 ὅσσ’ ἐτύπη · πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν .
24.422 ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος
24.423 καὶ νέκυός περ ἐόντος , ἐπεί σφι φίλος περὶ κῆρι .
24.424 ὣς φάτο , γήθησεν δ’ γέρων , καὶ ἀμείβετο μύθῳ ·
24.425 τέκος , ῥ’ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι
24.426 ἀθανάτοις , ἐπεὶ οὔ ποτ’ ἐμὸς πάϊς , εἴ ποτ’ ἔην γε ,
24.427 λήθετ’ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι ·
24.428 τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ .
24.429 ἀλλ’ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον ,
24.430 αὐτόν τε ῥῦσαι , πέμψον δέ με σύν γε θεοῖσιν ,
24.431 ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι .
24.432 τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης ·
24.433 πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου , οὐδέ με πείσεις ,
24.434 ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι .
24.435 τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι
24.436 συλεύειν , μή μοί τι κακὸν μετόπισθε γένηται .
24.437 σοὶ δ’ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην ,
24.438 ἐνδυκέως ἐν νηῒ θοῇ πεζὸς ὁμαρτέων ·
24.439 οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο .
24.440 καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους
24.441 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν ,
24.442 ἐν δ’ ἔπνευσ’ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ .
24.443 ἀλλ’ ὅτε δὴ