23.618 , καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω
23.619 Πατρόκλοιο τάφου μνῆμ’ ἔμμεναι · οὐ γὰρ ἔτ’ αὐτὸν
23.620 ὄψῃ ἐν Ἀργείοισι · δίδωμι δέ τοι τόδ’ ἄεθλον
23.621 αὔτως · οὐ γὰρ πύξ γε μαχήσεαι , οὐδὲ παλαίσεις ,
23.622 οὐδ’ ἔτ’ ἀκοντιστὺν ἐσδύσεαι , οὐδὲ πόδεσσι
23.623 θεύσεαι · ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει .
23.624 ὣς εἰπὼν ἐν χερσὶ τίθει · δ’ ἐδέξατο χαίρων ,
23.625 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
23.626 ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες ·
23.627 οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα φίλος πόδες , οὐδέ τι χεῖρες
23.628 ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί .
23.629 εἴθ’ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη
23.630 ὡς ὁπότε κρείοντ’ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
23.631 Βουπρασίῳ , παῖδες δ’ ἔθεσαν βασιλῆος ἄεθλα ·
23.632 ἔνθ’ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ’ , οὔτ’ ἄρ’ Ἐπειῶν
23.633 οὔτ’ αὐτῶν Πυλίων οὔτ’ Αἰτωλῶν μεγαθύμων .
23.634 πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν ,
23.635 Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον , ὅς μοι ἀνέστη ·
23.636 Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα ,
23.637 δουρὶ δ’ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον .
23.638 οἴοισίν μ’ ἵπποισι παρήλασαν Ἀκτορίωνε
23.639 πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης ,
23.640 οὕνεκα δὴ τὰ μέγιστα παρ’ αὐτόθι λείπετ’ ἄεθλα .
23.641 οἳ δ’ ἄρ’ ἔσαν δίδυμοι · μὲν ἔμπεδον ἡνιόχευεν ,
23.642 ἔμπεδον ἡνιόχευ’ , δ’ ἄρα μάστιγι κέλευεν .
23.643 ὥς ποτ’ ἔον · νῦν αὖτε νεώτεροι ἀντιοώντων
23.644 ἔργων τοιούτων · ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ
23.645 πείθεσθαι , τότε δ’ αὖτε μετέπρεπον ἡρώεσσιν .
23.646 ἀλλ’ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε .
23.647 τοῦτο δ’ ἐγὼ πρόφρων δέχομαι , χαίρει δέ μοι ἦτορ