21.603 τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
21.604 τυτθὸν ὑπεκπροθέοντα · δόλῳ δ’ ἄρ’ ἔθελγεν Ἀπόλλων
21.605 ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι ·
21.606 τόφρ’ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
21.607 ἀσπάσιοι προτὶ ἄστυ , πόλις δ’ ἔμπλητο ἀλέντων .
21.608 οὐδ’ ἄρα τοί γ’ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
21.609 μεῖναι ἔτ’ ἀλλήλους , καὶ γνώμεναι ὅς τε πεφεύγοι
21.610 ὅς τ’ ἔθαν’ ἐν πολέμῳ · ἀλλ’ ἐσσυμένως ἐσέχυντο
21.611 ἐς πόλιν , ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι .