21.330 αὐτίκα δ’ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν ·
21.331 ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος · ἄντα σέθεν γὰρ
21.332 Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι ·
21.333 ἀλλ’ ἐπάμυνε τάχιστα , πιφαύσκεο δὲ φλόγα πολλήν .
21.334 αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο
21.335 εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν ,
21.336 κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
21.337 φλέγμα κακὸν φορέουσα · σὺ δὲ Ξάνθοιο παρ’ ὄχθας
21.338 δένδρεα καῖ’ , ἐν δ’ αὐτὸν ἵει πυρί · μὴ δέ σε πάμπαν
21.339 μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ ·
21.340 μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος , ἀλλ’ ὁπότ’ ἂν δὴ
21.341 φθέγξομ’ ἐγὼν ἰάχουσα , τότε σχεῖν ἀκάματον πῦρ .
21.342 ὣς ἔφαθ’ , Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ .
21.343 πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο , καῖε δὲ νεκροὺς
21.344 πολλούς , οἵ ῥα κατ’ αὐτὸν ἅλις ἔσαν , οὓς κτάν’ Ἀχιλλεύς ·
21.345 πᾶν δ’ ἐξηράνθη πεδίον , σχέτο δ’ ἀγλαὸν ὕδωρ .
21.346 ὡς δ’ ὅτ’ ὀπωρινὸς Βορέης νεοαρδέ’ ἀλωὴν
21.347 αἶψ’ ἀγξηράνῃ · χαίρει δέ μιν ὅς τις ἐθείρῃ ·
21.348 ὣς ἐξηράνθη πεδίον πᾶν , κὰδ δ’ ἄρα νεκροὺς
21.349 κῆεν · δ’ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν .
21.350 καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι ,
21.351 καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον ,
21.352 τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει ·
21.353 τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας ,
21.354 οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
21.355 πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο .
21.356 καίετο δ’ ἲς ποταμοῖο ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν ·
21.357 Ἥφαιστ’ , οὔ τις σοί γε θεῶν δύνατ’ ἀντιφερίζειν ,
21.358 οὐδ’ ἂν ἐγὼ σοί