21.270 ὑπὸ γούνατ’ ἐδάμνα
21.271 λάβρος ὕπαιθα ῥέων , κονίην δ’ ὑπέρεπτε ποδοῖιν .
21.272 Πηλεΐδης δ’ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν ·
21.273 Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη
21.274 ἐκ ποταμοῖο σαῶσαι · ἔπειτα δὲ καί τι πάθοιμι .
21.275 ἄλλος δ’ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων ,
21.276 ἀλλὰ φίλη μήτηρ , με ψεύδεσσιν ἔθελγεν ·
21.277 μ’ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
21.278 λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν .
21.279 ὥς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γ’ ἔτραφ’ ἄριστος ·
21.280 τώ κ’ ἀγαθὸς μὲν ἔπεφν’ , ἀγαθὸν δέ κεν ἐξενάριξε ·
21.281 νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
21.282 ἐρχθέντ’ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν ,
21.283 ὅν ῥά τ’ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα .
21.284 ὣς φάτο , τῷ δὲ μάλ’ ὦκα Ποσειδάων καὶ Ἀθήνη
21.285 στήτην ἐγγὺς ἰόντε , δέμας δ’ ἄνδρεσσιν ἐΐκτην ,
21.286 χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ’ ἐπέεσσι .
21.287 τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων ·
21.288 Πηλεΐδη μήτ’ ἄρ τι λίην τρέε μήτέ τι τάρβει ·
21.289 τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν
21.290 Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη ·
21.291 ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν ,
21.292 ἀλλ’ ὅδε μὲν τάχα λωφήσει , σὺ δὲ εἴσεαι αὐτός ·
21.293 αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ’ αἴ κε πίθηαι ·
21.294 μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο
21.295 πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
21.296 Τρωϊκόν , ὅς κε φύγῃσι · σὺ δ’ Ἕκτορι θυμὸν ἀπούρας
21.297 ἂψ ἐπὶ νῆας ἴμεν · δίδομεν δέ τοι εὖχος ἀρέσθαι .
21.298 τὼ μὲν ἄρ’ ὣς εἰπόντε μετ’ ἀθανάτους ἀπεβήτην ·
21.299 αὐτὰρ βῆ , μέγα γάρ ῥα