20.494 ῥέε δ’ αἵματι γαῖα μέλαινα .
20.495 ὡς δ’ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
20.496 τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ ,
20.497 ῥίμφά τε λέπτ’ ἐγένοντο βοῶν ὑπὸ πόσσ’ ἐριμύκων ,
20.498 ὣς ὑπ’ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
20.499 στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας · αἵματι δ’ ἄξων
20.500 νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον ,
20.501 ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
20.502 αἵ τ’ ἀπ’ ἐπισσώτρων · δὲ ἵετο κῦδος ἀρέσθαι
20.503 Πηλεΐδης , λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους .