20.347 φίλος ἀθανάτοισι θεοῖσιν
20.348 ἦεν · ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι .
20.349 ἐρρέτω · οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
20.350 ἔσσεται , ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο .
20.351 ἀλλ’ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
20.352 τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών .
20.353 , καὶ ἐπὶ στίχας ἆλτο , κέλευε δὲ φωτὶ ἑκάστῳ ·
20.354 μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί ,
20.355 ἀλλ’ ἄγ’ ἀνὴρ ἄντ’ ἀνδρὸς ἴτω , μεμάτω δὲ μάχεσθαι .
20.356 ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
20.357 τοσσούσδ’ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι ·
20.358 οὐδέ κ’ Ἄρης , ὅς περ θεὸς ἄμβροτος , οὐδέ κ’ Ἀθήνη
20.359 τοσσῆσδ’ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο ·
20.360 ἀλλ’ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε
20.361 καὶ σθένει , οὔ μ’ ἔτι φημὶ μεθησέμεν οὐδ’ ἠβαιόν ,
20.362 ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές , οὐδέ τιν’ οἴω
20.363 Τρώων χαιρήσειν , ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ .
20.364 ὣς φάτ’ ἐποτρύνων · Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
20.365 κέκλεθ’ ὁμοκλήσας , φάτο δ’ ἴμεναι ἄντ’ Ἀχιλῆος ·
20.366 Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα .
20.367 καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην ,
20.368 ἔγχεϊ δ’ ἀργαλέον , ἐπεὶ πολὺ φέρτεροί εἰσιν .
20.369 οὐδ’ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει ,
20.370 ἀλλὰ τὸ μὲν τελέει , τὸ δὲ καὶ μεσσηγὺ κολούει .
20.371 τοῦ δ’ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν ,
20.372 εἰ πυρὶ χεῖρας ἔοικε , μένος δ’ αἴθωνι σιδήρῳ .
20.373 ὣς φάτ’ ἐποτρύνων , οἳ δ’ ἀντίοι ἔγχε’ ἄειραν
20.374 Τρῶες · τῶν δ’ ἄμυδις μίχθη μένος , ὦρτο δ’ ἀϋτή .
20.375 καὶ τότ’ ἄρ’