19.246 , ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον .
19.247 χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
19.248 ἦρχ’ , ἅμα δ’ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν .
19.249 καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν , ἂν δ’ Ἀγαμέμνων
19.250 ἵστατο · Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
19.251 κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν .
19.252 Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν ,
19.253 οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο ,
19.254 κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν
19.255 εὔχετο · τοὶ δ’ ἄρα πάντες ἐπ’ αὐτόφιν εἵατο σιγῇ
19.256 Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος .
19.257 εὐξάμενος δ’ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν ·
19.258 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος
19.259 Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες , αἵ θ’ ὑπὸ γαῖαν
19.260 ἀνθρώπους τίνυνται , ὅτις κ’ ἐπίορκον ὀμόσσῃ ,
19.261 μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ’ ἐπένεικα ,
19.262 οὔτ’ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου .
19.263 ἀλλ’ ἔμεν’ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν .
19.264 εἰ δέ τι τῶνδ’ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
19.265 πολλὰ μάλ’ , ὅσσα διδοῦσιν ὅτίς σφ’ ἀλίτηται ὀμόσσας .
19.266 , καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ .
19.267 τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
19.268 ῥῖψ’ ἐπιδινήσας βόσιν ἰχθύσιν · αὐτὰρ Ἀχιλλεὺς
19.269 ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα ·
19.270 Ζεῦ πάτερ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα ·
19.271 οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
19.272 Ἀτρεΐδης ὤρινε διαμπερές , οὐδέ κε κούρην
19.273 ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος · ἀλλά ποθι Ζεὺς
19.274 ἤθελ’ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι .
19.275 νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον , ἵνα ξυνάγωμεν Ἄρηα .
19.276 ὣς ἄρ’ ἐφώνησεν , λῦσεν δ’ ἀγορὴν αἰψηρήν