19.182 οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
19.183 ἄνδρ’ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ .
19.184 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
19.185 χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας ·
19.186 ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας .
19.187 ταῦτα δ’ ἐγὼν ἐθέλω ὀμόσαι , κέλεται δέ με θυμός ,
19.188 οὐδ’ ἐπιορκήσω πρὸς δαίμονος . αὐτὰρ Ἀχιλλεὺς
19.189 μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος ·
19.190 μίμνετε δ’ ἄλλοι πάντες ἀολλέες , ὄφρά κε δῶρα
19.191 ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν .
19.192 σοὶ δ’ αὐτῷ τόδ’ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω ·
19.193 κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν
19.194 δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν , ὅσσ’ Ἀχιλῆϊ
19.195 χθιζὸν ὑπέστημεν δώσειν , ἀγέμεν τε γυναῖκας .
19.196 Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
19.197 κάπρον ἑτοιμασάτω ταμέειν Διί τ’ Ἠελίῳ τε .
19.198 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
19.199 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
19.200 ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι ,
19.201 ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
19.202 καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι .
19.203 νῦν δ’ οἳ μὲν κέαται δεδαϊγμένοι , οὓς ἐδάμασσεν
19.204 Ἕκτωρ Πριαμίδης , ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν ,
19.205 ὑμεῖς δ’ ἐς βρωτὺν ὀτρύνετον · τ’ ἂν ἔγωγε
19.206 νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν
19.207 νήστιας ἀκμήνους , ἅμα δ’ ἠελίῳ καταδύντι
19.208 τεύξεσθαι μέγα δόρπον , ἐπὴν τεισαίμεθα λώβην .
19.209 πρὶν δ’ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
19.210 οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος
19.211 ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ
19.212 κεῖται ἀνὰ πρόθυρον τετραμμένος , ἀμφὶ δ’ ἑταῖροι
19.213 μύρονται · τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν ,
19.214 ἀλλὰ