18.580 μακρὰ μεμυκὼς
18.581 ἕλκετο · τὸν δὲ κύνες μετεκίαθον ἠδ’ αἰζηοί .
18.582 τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
18.583 ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον · οἳ δὲ νομῆες
18.584 αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες .
18.585 οἳ δ’ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων ,
18.586 ἱστάμενοι δὲ μάλ’ ἐγγὺς ὑλάκτεον ἔκ τ’ ἀλέοντο .
18.587 ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
18.588 ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων ,
18.589 σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς .
18.590 ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις ,
18.591 τῷ ἴκελον οἷόν ποτ’ ἐνὶ Κνωσῷ εὐρείῃ
18.592 Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ .
18.593 ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
18.594 ὀρχεῦντ’ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες .
18.595 τῶν δ’ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον , οἳ δὲ χιτῶνας
18.596 εἵατ’ ἐϋννήτους , ἦκα στίλβοντας ἐλαίῳ ·
18.597 καί ῥ’ αἳ μὲν καλὰς στεφάνας ἔχον , οἳ δὲ μαχαίρας
18.598 εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων .
18.599 οἳ δ’ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
18.600 ῥεῖα μάλ’ , ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν
18.601 ἑζόμενος κεραμεὺς πειρήσεται , αἴ κε θέῃσιν ·
18.602 ἄλλοτε δ’ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι .
18.603 πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλος
18.604 τερπόμενοι · δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς
18.605 μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους .
18.606 ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο
18.607 ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο .
18.608 αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε ,
18.609 τεῦξ’ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς ,
18.610 τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν
18.611 καλὴν δαιδαλέην , ἐπὶ δὲ χρύσεον λόφον ἧκε ,
18.612 τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο .
18.613 αὐτὰρ ἐπεὶ πάνθ’ ὅπλα κάμε κλυτὸς