18.429 εἰσ’ ἐν Ὀλύμπῳ ,
18.430 τοσσάδ’ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ
18.431 ὅσσ’ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκεν ;
18.432 ἐκ μέν μ’ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν
18.433 Αἰακίδῃ Πηλῆϊ , καὶ ἔτλην ἀνέρος εὐνὴν
18.434 πολλὰ μάλ’ οὐκ ἐθέλουσα . μὲν δὴ γήραϊ λυγρῷ
18.435 κεῖται ἐνὶ μεγάροις ἀρημένος , ἄλλα δέ μοι νῦν ,
18.436 υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε
18.437 ἔξοχον ἡρώων · δ’ ἀνέδραμεν ἔρνεϊ ἶσος ·
18.438 τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
18.439 νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
18.440 Τρωσὶ μαχησόμενον · τὸν δ’ οὐχ ὑποδέξομαι αὖτις
18.441 οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω .
18.442 ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
18.443 ἄχνυται , οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα .
18.444 κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν ,
18.445 τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων .
18.446 ἤτοι τῆς ἀχέων φρένας ἔφθιεν · αὐτὰρ Ἀχαιοὺς
18.447 Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον , οὐδὲ θύραζε
18.448 εἴων ἐξιέναι · τὸν δὲ λίσσοντο γέροντες
18.449 Ἀργείων , καὶ πολλὰ περικλυτὰ δῶρ’ ὀνόμαζον .
18.450 ἔνθ’ αὐτὸς μὲν ἔπειτ’ ἠναίνετο λοιγὸν ἀμῦναι ,
18.451 αὐτὰρ Πάτροκλον περὶ μὲν τὰ τεύχεα ἕσσε ,
18.452 πέμπε δέ μιν πόλεμον δέ , πολὺν δ’ ἅμα λαὸν ὄπασσε .
18.453 πᾶν δ’ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι ·
18.454 καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον , εἰ μὴ Ἀπόλλων
18.455 πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν
18.456 ἔκταν’ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε .
18.457 τοὔνεκα νῦν τὰ σὰ γούναθ’ ἱκάνομαι , αἴ κ’ ἐθέλῃσθα
18.458 υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν
18.459 καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας
18.460 καὶ θώρηχ’ ·