18.309 , καί τε κτανέοντα κατέκτα .
18.310 ὣς Ἕκτωρ ἀγόρευ’ , ἐπὶ δὲ Τρῶες κελάδησαν
18.311 νήπιοι · ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη .
18.312 Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι ,
18.313 Πουλυδάμαντι δ’ ἄρ’ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν .
18.314 δόρπον ἔπειθ’ εἵλοντο κατὰ στρατόν · αὐτὰρ Ἀχαιοὶ
18.315 παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες .
18.316 τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
18.317 χεῖρας ἐπ’ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου
18.318 πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος ,
18.319 ῥά θ’ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ
18.320 ὕλης ἐκ πυκινῆς · δέ τ’ ἄχνυται ὕστερος ἐλθών ,
18.321 πολλὰ δέ τ’ ἄγκε’ ἐπῆλθε μετ’ ἀνέρος ἴχνι’ ἐρευνῶν
18.322 εἴ ποθεν ἐξεύροι · μάλα γὰρ δριμὺς χόλος αἱρεῖ ·
18.323 ὣς βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν ·
18.324 πόποι ῥ’ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ
18.325 θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι ·
18.326 φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν
18.327 Ἴλιον ἐκπέρσαντα , λαχόντα τε ληΐδος αἶσαν .
18.328 ἀλλ’ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ ·
18.329 ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι
18.330 αὐτοῦ ἐνὶ Τροίῃ , ἐπεὶ οὐδ’ ἐμὲ νοστήσαντα
18.331 δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς
18.332 οὐδὲ Θέτις μήτηρ , ἀλλ’ αὐτοῦ γαῖα καθέξει .
18.333 νῦν δ’ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμ’ ὑπὸ γαῖαν ,
18.334 οὔ σε πρὶν κτεριῶ πρίν γ’ Ἕκτορος ἐνθάδ’ ἐνεῖκαι
18.335 τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος ·
18.336 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω
18.337 Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς .
18.338 τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως ,
18.339 ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι
18.340 κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι ,