16.842 ὥς πού σε προσέφη , σοὶ δὲ φρένας ἄφρονι πεῖθε .
16.843 τὸν δ’ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ ·
16.844 ἤδη νῦν Ἕκτορ μεγάλ’ εὔχεο · σοὶ γὰρ ἔδωκε
16.845 νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων , οἵ με δάμασσαν
16.846 ῥηιδίως · αὐτοὶ γὰρ ἀπ’ ὤμων τεύχε’ ἕλοντο .
16.847 τοιοῦτοι δ’ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν ,
16.848 πάντές κ’ αὐτόθ’ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες .
16.849 ἀλλά με μοῖρ’ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός ,
16.850 ἀνδρῶν δ’ Εὔφορβος · σὺ δέ με τρίτος ἐξεναρίζεις .
16.851 ἄλλο δέ τοι ἐρέω , σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·
16.852 οὔ θην οὐδ’ αὐτὸς δηρὸν βέῃ , ἀλλά τοι ἤδη
16.853 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ
16.854 χερσὶ δαμέντ’ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο .
16.855 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε ·
16.856 ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
16.857 ὃν πότμον γοόωσα λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην .
16.858 τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ ·
16.859 Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον ;
16.860 τίς δ’ οἶδ’ εἴ κ’ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
16.861 φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι ;
16.862 ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
16.863 εἴρυσε λὰξ προσβάς , τὸν δ’ ὕπτιον ὦσ’ ἀπὸ δουρός .
16.864 αὐτίκα δὲ ξὺν δουρὶ μετ’ Αὐτομέδοντα βεβήκει
16.865 ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο ·
16.866 ἵετο γὰρ βαλέειν · τὸν δ’ ἔκφερον ὠκέες ἵπποι
16.867 ἄμβροτοι , οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα .