16.595 Χάλκωνος φίλον υἱόν , ὃς Ἑλλάδι οἰκία ναίων
16.596 ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι .
16.597 τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ
16.598 στρεφθεὶς ἐξαπίνης , ὅτε μιν κατέμαρπτε διώκων ·
16.599 δούπησεν δὲ πεσών · πυκινὸν δ’ ἄχος ἔλλαβ’ Ἀχαιούς ,
16.600 ὡς ἔπεσ’ ἐσθλὸς ἀνήρ · μέγα δὲ Τρῶες κεχάροντο ,
16.601 στὰν δ’ ἀμφ’ αὐτὸν ἰόντες ἀολλέες · οὐδ’ ἄρ’ Ἀχαιοὶ
16.602 ἀλκῆς ἐξελάθοντο , μένος δ’ ἰθὺς φέρον αὐτῶν .
16.603 ἔνθ’ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
16.604 Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος , ὃς Διὸς ἱρεὺς
16.605 Ἰδαίου ἐτέτυκτο , θεὸς δ’ ὣς τίετο δήμῳ .
16.606 τὸν βάλ’ ὑπὸ γναθμοῖο καὶ οὔατος · ὦκα δὲ θυμὸς
16.607 ᾤχετ’ ἀπὸ μελέων , στυγερὸς δ’ ἄρα μιν σκότος εἷλεν .
16.608 Αἰνείας δ’ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν ·
16.609 ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος .
16.610 ἀλλ’ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος ·
16.611 πρόσσω γὰρ κατέκυψε , τὸ δ’ ἐξόπιθεν δόρυ μακρὸν
16.612 οὔδει ἐνισκίμφθη , ἐπὶ δ’ οὐρίαχος πελεμίχθη
16.613 ἔγχεος · ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης .
16.614 αἰχμὴ δ’ Αἰνείαο κραδαινομένη κατὰ γαίης
16.615 ᾤχετ’ , ἐπεί ῥ’ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν .
16.616 Αἰνείας δ’ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε ·
16.617 Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
16.618 ἔγχος ἐμὸν κατέπαυσε διαμπερές , εἴ σ’ ἔβαλόν περ .
16.619 τὸν δ’ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα ·
16.620 Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα
16.621 πάντων ἀνθρώπων σβέσσαι μένος , ὅς κέ σευ ἄντα
16.622 ἔλθῃ ἀμυνόμενος · θνητὸς δέ νυ καὶ σὺ τέτυξαι .
16.623 εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ ,