16.530 γήθησέν τε
16.531 ὅττί οἱ ὦκ’ ἤκουσε μέγας θεὸς εὐξαμένοιο .
16.532 πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας
16.533 πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι ·
16.534 αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων
16.535 Πουλυδάμαντ’ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον ,
16.536 βῆ δὲ μετ’ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν ,
16.537 ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα ·
16.538 Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων ,
16.539 οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης
16.540 θυμὸν ἀποφθινύθουσι · σὺ δ’ οὐκ ἐθέλεις ἐπαμύνειν .
16.541 κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων ,
16.542 ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ·
16.543 τὸν δ’ ὑπὸ Πατρόκλῳ δάμασ’ ἔγχεϊ χάλκεος Ἄρης .
16.544 ἀλλὰ φίλοι πάρστητε , νεμεσσήθητε δὲ θυμῷ ,
16.545 μὴ ἀπὸ τεύχε’ ἕλωνται , ἀεικίσσωσι δὲ νεκρὸν
16.546 Μυρμιδόνες , Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο ,
16.547 τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν .
16.548 ὣς ἔφατο , Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
16.549 ἄσχετον , οὐκ ἐπιεικτόν , ἐπεί σφισιν ἕρμα πόληος
16.550 ἔσκε καὶ ἀλλοδαπός περ ἐών · πολέες γὰρ ἅμ’ αὐτῷ
16.551 λαοὶ ἕποντ’ , ἐν δ’ αὐτὸς ἀριστεύεσκε μάχεσθαι ·
16.552 βὰν δ’ ἰθὺς Δαναῶν λελιημένοι · ἦρχε δ’ ἄρά σφιν
16.553 Ἕκτωρ χωόμενος Σαρπηδόνος . αὐτὰρ Ἀχαιοὺς
16.554 ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ ·
16.555 Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ ·
16.556 Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω ,
16.557 οἷοί περ πάρος ἦτε μετ’ ἀνδράσιν καὶ ἀρείους .
16.558 κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν
16.559 Σαρπηδών · ἀλλ’ εἴ μιν ἀεικισσαίμεθ’ ἑλόντες ,
16.560 τεύχεά τ’ ὤμοιιν ἀφελοίμεθα , καί τιν’ ἑταίρων
16.561 αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ .
16.562 ὣς ἔφαθ’ , οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι