16.378 ἔπιπτον
16.379 πρηνέες ἐξ ὀχέων , δίφροι δ’ ἀνακυμβαλίαζον .
16.380 ἀντικρὺ δ’ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι
16.381 ἄμβροτοι , οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα ,
16.382 πρόσσω ἱέμενοι , ἐπὶ δ’ Ἕκτορι κέκλετο θυμός ·
16.383 ἵετο γὰρ βαλέειν · τὸν δ’ ἔκφερον ὠκέες ἵπποι .
16.384 ὡς δ’ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
16.385 ἤματ’ ὀπωρινῷ , ὅτε λαβρότατον χέει ὕδωρ
16.386 Ζεύς , ὅτε δή ῥ’ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ ,
16.387 οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας ,
16.388 ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες ·
16.389 τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες ,
16.390 πολλὰς δὲ κλιτῦς τότ’ ἀποτμήγουσι χαράδραι ,
16.391 ἐς δ’ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
16.392 ἐξ ὀρέων ἐπικάρ , μινύθει δέ τε ἔργ’ ἀνθρώπων ·
16.393 ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι .
16.394 Πάτροκλος δ’ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας ,
16.395 ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές , οὐδὲ πόληος
16.396 εἴα ἱεμένους ἐπιβαινέμεν , ἀλλὰ μεσηγὺ
16.397 νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο
16.398 κτεῖνε μεταΐσσων , πολέων δ’ ἀπετίνυτο ποινήν .
16.399 ἔνθ’ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ
16.400 στέρνον γυμνωθέντα παρ’ ἀσπίδα , λῦσε δὲ γυῖα ·
16.401 δούπησεν δὲ πεσών · δὲ Θέστορα Ἤνοπος υἱὸν
16.402 δεύτερον ὁρμηθείς · μὲν εὐξέστῳ ἐνὶ δίφρῳ
16.403 ἧστο ἀλείς · ἐκ γὰρ πλήγη φρένας , ἐκ δ’ ἄρα χειρῶν
16.404 ἡνία ἠΐχθησαν · δ’ ἔγχεϊ νύξε παραστὰς
16.405 γναθμὸν δεξιτερόν , διὰ δ’ αὐτοῦ πεῖρεν ὀδόντων ,
16.406 ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος , ὡς ὅτε τις φὼς
16.407 πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν
16.408 ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ ·
16.409 ὣς ἕλκ’