15.582 Ἀντίλοχος μενεχάρμης
15.583 τεύχεα συλήσων · ἀλλ’ οὐ λάθεν Ἕκτορα δῖον ,
15.584 ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα .
15.585 Ἀντίλοχος δ’ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής ,
15.586 ἀλλ’ γ’ ἄρ’ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς ,
15.587 ὅς τε κύνα κτείνας βουκόλον ἀμφὶ βόεσσι
15.588 φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν ·
15.589 ὣς τρέσε Νεστορίδης , ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
15.590 ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο ·
15.591 στῆ δὲ μεταστρεφθείς , ἐπεὶ ἵκετο ἔθνος ἑταίρων .
15.592 Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι
15.593 νηυσὶν ἐπεσσεύοντο , Διὸς δ’ ἐτέλειον ἐφετμάς ,
15.594 σφισιν αἰὲν ἔγειρε μένος μέγα , θέλγε δὲ θυμὸν
15.595 Ἀργείων καὶ κῦδος ἀπαίνυτο , τοὺς δ’ ὀρόθυνεν .
15.596 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
15.597 Πριαμίδῃ , ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
15.598 ἐμβάλοι ἀκάματον , Θέτιδος δ’ ἐξαίσιον ἀρὴν
15.599 πᾶσαν ἐπικρήνειε · τὸ γὰρ μένε μητίετα Ζεὺς
15.600 νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι .
15.601 ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν
15.602 θησέμεναι Τρώων , Δαναοῖσι δὲ κῦδος ὀρέξειν .
15.603 τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν
15.604 Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν .
15.605 μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ὀλοὸν πῦρ
15.606 οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης ·
15.607 ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο , τὼ δέ οἱ ὄσσε
15.608 λαμπέσθην βλοσυρῇσιν ὑπ’ ὀφρύσιν , ἀμφὶ δὲ πήληξ
15.609 σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
15.610 Ἕκτορος · αὐτὸς γάρ οἱ ἀπ’ αἰθέρος ἦεν ἀμύντωρ
15.611 Ζεύς , ὅς μιν πλεόνεσσι μετ’ ἀνδράσι μοῦνον ἐόντα
15.612 τίμα καὶ κύδαινε . μινυνθάδιος γὰρ ἔμελλεν
15.613 ἔσσεσθ’ · ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
15.614 Παλλὰς Ἀθηναίη ὑπὸ