14.492 Ἰλιονῆα .
14.493 τὸν τόθ’ ὑπ’ ὀφρύος οὖτα κατ’ ὀφθαλμοῖο θέμεθλα ,
14.494 ἐκ δ’ ὦσε γλήνην · δόρυ δ’ ὀφθαλμοῖο διὰ πρὸ
14.495 καὶ διὰ ἰνίου ἦλθεν , δ’ ἕζετο χεῖρε πετάσσας
14.496 ἄμφω · Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
14.497 αὐχένα μέσσον ἔλασσεν , ἀπήραξεν δὲ χαμᾶζε
14.498 αὐτῇ σὺν πήληκι κάρη · ἔτι δ’ ὄβριμον ἔγχος
14.499 ἦεν ἐν ὀφθαλμῷ · δὲ φὴ κώδειαν ἀνασχὼν
14.500 πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα ·
14.501 εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος
14.502 πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν ·
14.503 οὐδὲ γὰρ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο
14.504 ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται , ὁππότε κεν δὴ
14.505 ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν .
14.506 ὣς φάτο , τοὺς δ’ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα ,
14.507 πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον .
14.508 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι
14.509 ὅς τις δὴ πρῶτος βροτόεντ’ ἀνδράγρι’ Ἀχαιῶν
14.510 ἤρατ’ , ἐπεί ῥ’ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος .
14.511 Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα
14.512 Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων ·
14.513 Φάλκην δ’ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε ·
14.514 Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα ,
14.515 Τεῦκρος δὲ Προθόωνά τ’ ἐνήρατο καὶ Περιφήτην ·
14.516 Ἀτρεΐδης δ’ ἄρ’ ἔπειθ’ Ὑπερήνορα ποιμένα λαῶν
14.517 οὖτα κατὰ λαπάρην , διὰ δ’ ἔντερα χαλκὸς ἄφυσσε
14.518 δῃώσας · ψυχὴ δὲ κατ’ οὐταμένην ὠτειλὴν
14.519 ἔσσυτ’ ἐπειγομένη , τὸν δὲ σκότος ὄσσε κάλυψε .
14.520 πλείστους δ’ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός ·
14.521 οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
14.522 ἀνδρῶν τρεσσάντων , ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ .