14.430 οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
14.431 ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ’ ἔχοντες ·
14.432 οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα .
14.433 ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
14.434 Ξάνθου δινήεντος , ὃν ἀθάνατος τέκετο Ζεύς ,
14.435 ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί , κὰδ δέ οἱ ὕδωρ
14.436 χεῦαν · δ’ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν ,
14.437 ἑζόμενος δ’ ἐπὶ γοῦνα κελαινεφὲς αἷμ’ ἀπέμεσσεν ·
14.438 αὖτις δ’ ἐξοπίσω πλῆτο χθονί , τὼ δέ οἱ ὄσσε
14.439 νὺξ ἐκάλυψε μέλαινα · βέλος δ’ ἔτι θυμὸν ἐδάμνα .
14.440 Ἀργεῖοι δ’ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα
14.441 μᾶλλον ἐπὶ Τρώεσσι θόρον , μνήσαντο δὲ χάρμης .
14.442 ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας
14.443 Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι
14.444 Ἠνοπίδην , ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων
14.445 Ἤνοπι βουκολέοντι παρ’ ὄχθας Σατνιόεντος .
14.446 τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
14.447 οὖτα κατὰ λαπάρην · δ’ ἀνετράπετ’ , ἀμφὶ δ’ ἄρ’ αὐτῷ
14.448 Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην .
14.449 τῷ δ’ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ
14.450 Πανθοΐδης , βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον
14.451 υἱὸν Ἀρηϊλύκοιο , δι’ ὤμου δ’ ὄβριμον ἔγχος
14.452 ἔσχεν , δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ .
14.453 Πουλυδάμας δ’ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας ·
14.454 οὐ μὰν αὖτ’ ὀΐω μεγαθύμου Πανθοΐδαο
14.455 χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα ,
14.456 ἀλλά τις Ἀργείων κόμισε χροΐ , καί μιν ὀΐω
14.457 αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω .
14.458 ὣς ἔφατ’ , Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο ·
14.459 Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
14.460 τῷ Τελαμωνιάδῃ · τοῦ γὰρ πέσεν ἄγχι μάλιστα .
14.461 καρπαλίμως δ’ ἀπιόντος