13.815 φθαίη εὖ ναιομένη πόλις ὑμὴ
13.816 χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε .
13.817 σοὶ δ’ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
13.818 ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
13.819 θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους ,
13.820 οἵ σε πόλιν δ’ οἴσουσι κονίοντες πεδίοιο .
13.821 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
13.822 αἰετὸς ὑψιπέτης · ἐπὶ δ’ ἴαχε λαὸς Ἀχαιῶν
13.823 θάρσυνος οἰωνῷ · δ’ ἀμείβετο φαίδιμος Ἕκτωρ ·
13.824 Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες ·
13.825 εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
13.826 εἴην ἤματα πάντα , τέκοι δέ με πότνια Ἥρη ,
13.827 τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων ,
13.828 ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
13.829 πᾶσι μάλ’ , ἐν δὲ σὺ τοῖσι πεφήσεαι , αἴ κε ταλάσσῃς
13.830 μεῖναι ἐμὸν δόρυ μακρόν , τοι χρόα λειριόεντα
13.831 δάψει · ἀτὰρ Τρώων κορέεις κύνας ἠδ’ οἰωνοὺς
13.832 δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν .
13.833 ὣς ἄρα φωνήσας ἡγήσατο · τοὶ δ’ ἅμ’ ἕποντο
13.834 ἠχῇ θεσπεσίῃ , ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθεν .
13.835 Ἀργεῖοι δ’ ἑτέρωθεν ἐπίαχον , οὐδὲ λάθοντο
13.836 ἀλκῆς , ἀλλ’ ἔμενον Τρώων ἐπιόντας ἀρίστους .
13.837 ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάς .