13.472 τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
13.473 χώρῳ ἐν οἰοπόλῳ , φρίσσει δέ τε νῶτον ὕπερθεν ·
13.474 ὀφθαλμὼ δ’ ἄρα οἱ πυρὶ λάμπετον · αὐτὰρ ὀδόντας
13.475 θήγει , ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας ·
13.476 ὣς μένεν Ἰδομενεὺς δουρικλυτός , οὐδ’ ὑπεχώρει ,
13.477 Αἰνείαν ἐπιόντα βοηθόον · αὖε δ’ ἑταίρους
13.478 Ἀσκάλαφόν τ’ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
13.479 Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς ·
13.480 τοὺς γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα ·
13.481 δεῦτε φίλοι , καί μ’ οἴῳ ἀμύνετε · δείδια δ’ αἰνῶς
13.482 Αἰνείαν ἐπιόντα πόδας ταχύν , ὅς μοι ἔπεισιν ,
13.483 ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν ·
13.484 καὶ δ’ ἔχει ἥβης ἄνθος , τε κράτος ἐστὶ μέγιστον .
13.485 εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ’ ἐπὶ θυμῷ
13.486 αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος , ἠὲ φεροίμην .
13.487 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
13.488 πλησίοι ἔστησαν , σάκε’ ὤμοισι κλίναντες .
13.489 Αἰνείας δ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
13.490 Δηΐφοβόν τε Πάριν τ’ ἐσορῶν καὶ Ἀγήνορα δῖον ,
13.491 οἵ οἱ ἅμ’ ἡγεμόνες Τρώων ἔσαν · αὐτὰρ ἔπειτα
13.492 λαοὶ ἕπονθ’ , ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
13.493 πιόμεν’ ἐκ βοτάνης · γάνυται δ’ ἄρα τε φρένα ποιμήν ·
13.494 ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
13.495 ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ .
13.496 οἳ δ’ ἀμφ’ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
13.497 μακροῖσι ξυστοῖσι · περὶ στήθεσσι δὲ χαλκὸς
13.498 σμερδαλέον κονάβιζε τιτυσκομένων καθ’ ὅμιλον
13.499 ἀλλήλων · δύο δ’ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
13.500 Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ
13.501 ἵεντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ .
13.502 Αἰνείας δὲ πρῶτος ἀκόντισεν