13.223 ἐπιστάμεθα πτολεμίζειν .
13.224 οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
13.225 εἴκων ἀνδύεται πόλεμον κακόν · ἀλλά που οὕτω
13.226 μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι
13.227 νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς .
13.228 ἀλλὰ Θόαν , καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα ,
13.229 ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι ·
13.230 τὼ νῦν μήτ’ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ .
13.231 τὸν δ’ ἠμείβετ’ ἔπειτα Ποσειδάων ἐνοσίχθων ·
13.232 Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
13.233 ἐκ Τροίης , ἀλλ’ αὖθι κυνῶν μέλπηθρα γένοιτο ,
13.234 ὅς τις ἐπ’ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι .
13.235 ἀλλ’ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι · ταῦτα δ’ ἅμα χρὴ
13.236 σπεύδειν , αἴ κ’ ὄφελός τι γενώμεθα καὶ δύ’ ἐόντε .
13.237 συμφερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν ,
13.238 νῶϊ δὲ καί κ’ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι .
13.239 ὣς εἰπὼν μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν ·
13.240 Ἰδομενεὺς δ’ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
13.241 δύσετο τεύχεα καλὰ περὶ χροΐ , γέντο δὲ δοῦρε ,
13.242 βῆ δ’ ἴμεν ἀστεροπῇ ἐναλίγκιος , ἥν τε Κρονίων
13.243 χειρὶ λαβὼν ἐτίναξεν ἀπ’ αἰγλήεντος Ὀλύμπου
13.244 δεικνὺς σῆμα βροτοῖσιν · ἀρίζηλοι δέ οἱ αὐγαί ·
13.245 ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος .
13.246 Μηριόνης δ’ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
13.247 ἐγγὺς ἔτι κλισίης · μετὰ γὰρ δόρυ χάλκεον ᾔει
13.248 οἰσόμενος · τὸν δὲ προσέφη σθένος Ἰδομενῆος ·
13.249 Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ’ ἑταίρων
13.250 τίπτ’ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα ;
13.251 ἠέ τι βέβληαι , βέλεος δέ σε τείρει ἀκωκή ,
13.252 ἦέ τευ ἀγγελίης μετ’ ἔμ’ ἤλυθες ; οὐδέ τοι αὐτὸς
13.253 ἧσθαι ἐνὶ