11.776 ἔπειτα
11.777 στῆμεν ἐνὶ προθύροισι · ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεύς ,
11.778 ἐς δ’ ἄγε χειρὸς ἑλών , κατὰ δ’ ἑδριάασθαι ἄνωγε ,
11.779 ξείνιά τ’ εὖ παρέθηκεν , τε ξείνοις θέμις ἐστίν .
11.780 αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος ,
11.781 ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ’ ἅμ’ ἕπεσθαι ·
11.782 σφὼ δὲ μάλ’ ἠθέλετον , τὼ δ’ ἄμφω πόλλ’ ἐπέτελλον .
11.783 Πηλεὺς μὲν παιδὶ γέρων ἐπέτελλ’ Ἀχιλῆϊ
11.784 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων ·
11.785 σοὶ δ’ αὖθ’ ὧδ’ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός ·
11.786 τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς ,
11.787 πρεσβύτερος δὲ σύ ἐσσι · βίῃ δ’ γε πολλὸν ἀμείνων .
11.788 ἀλλ’ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ’ ὑποθέσθαι
11.789 καί οἱ σημαίνειν · δὲ πείσεται εἰς ἀγαθόν περ .
11.790 ὣς ἐπέτελλ’ γέρων , σὺ δὲ λήθεαι · ἀλλ’ ἔτι καὶ νῦν
11.791 ταῦτ’ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται .
11.792 τίς δ’ οἶδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
11.793 παρειπών ; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου .
11.794 εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
11.795 καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ ,
11.796 ἀλλὰ σέ περ προέτω , ἅμα δ’ ἄλλος λαὸς ἑπέσθω
11.797 Μυρμιδόνων , αἴ κέν τι φόως Δαναοῖσι γένηαι ·
11.798 καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι ,
11.799 αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
11.800 Τρῶες , ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν
11.801 τειρόμενοι · ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο .
11.802 ῥεῖα δέ κ’ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
11.803 ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων .
11.804 ὣς φάτο , τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε