11.650 ἀλλὰ καὶ αὐτὸς
11.651 γιγνώσκω , ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν .
11.652 νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ’ Ἀχιλῆϊ .
11.653 εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές , οἷος ἐκεῖνος
11.654 δεινὸς ἀνήρ · τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο .
11.655 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
11.656 τίπτε τὰρ ὧδ’ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν ,
11.657 ὅσσοι δὴ βέλεσιν βεβλήαται ; οὐδέ τι οἶδε
11.658 πένθεος , ὅσσον ὄρωρε κατὰ στρατόν · οἳ γὰρ ἄριστοι
11.659 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε .
11.660 βέβληται μὲν Τυδεΐδης κρατερὸς Διομήδης ,
11.661 οὔτασται δ’ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδ’ Ἀγαμέμνων ·
11.662 βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ ·
11.663 τοῦτον δ’ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
11.664 ἰῷ ἀπὸ νευρῆς βεβλημένον . αὐτὰρ Ἀχιλλεὺς
11.665 ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ’ ἐλεαίρει .
11.666 μένει εἰς κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
11.667 Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται ,
11.668 αὐτοί τε κτεινώμεθ’ ἐπισχερώ ; οὐ γὰρ ἐμὴ ἲς
11.669 ἔσθ’ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν .
11.670 εἴθ’ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη
11.671 ὡς ὁπότ’ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
11.672 ἀμφὶ βοηλασίῃ , ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα
11.673 ἐσθλὸν Ὑπειροχίδην , ὃς ἐν Ἤλιδι ναιετάασκε ,
11.674 ῥύσι’ ἐλαυνόμενος · δ’ ἀμύνων ᾗσι βόεσσιν
11.675 ἔβλητ’ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι ,
11.676 κὰδ δ’ ἔπεσεν , λαοὶ δὲ περίτρεσαν ἀγροιῶται .
11.677 ληΐδα δ’ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
11.678 πεντήκοντα βοῶν ἀγέλας , τόσα πώεα οἰῶν ,
11.679 τόσσα συῶν συβόσια , τόσ’ αἰπόλια πλατέ’ αἰγῶν ,
11.680 ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
11.681 πάσας θηλείας , πολλῇσι δὲ πῶλοι ὑπῆσαν