11.375 πῆχυν ἄνελκε
11.376 καὶ βάλεν , οὐδ’ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός ,
11.377 ταρσὸν δεξιτεροῖο ποδός · διὰ δ’ ἀμπερὲς ἰὸς
11.378 ἐν γαίῃ κατέπηκτο · δὲ μάλα ἡδὺ γελάσσας
11.379 ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα ·
11.380 βέβληαι οὐδ’ ἅλιον βέλος ἔκφυγεν · ὡς ὄφελόν τοι
11.381 νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι .
11.382 οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος ,
11.383 οἵ τέ σε πεφρίκασι λέονθ’ ὡς μηκάδες αἶγες .
11.384 τὸν δ’ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης ·
11.385 τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα
11.386 εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης ,
11.387 οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί ·
11.388 νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως .
11.389 οὐκ ἀλέγω , ὡς εἴ με γυνὴ βάλοι πάϊς ἄφρων ·
11.390 κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο .
11.391 τ’ ἄλλως ὑπ’ ἐμεῖο , καὶ εἴ κ’ ὀλίγον περ ἐπαύρῃ ,
11.392 ὀξὺ βέλος πέλεται , καὶ ἀκήριον αἶψα τίθησι .
11.393 τοῦ δὲ γυναικὸς μέν τ’ ἀμφίδρυφοί εἰσι παρειαί ,
11.394 παῖδες δ’ ὀρφανικοί · δέ θ’ αἵματι γαῖαν ἐρεύθων
11.395 πύθεται , οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες .
11.396 ὣς φάτο , τοῦ δ’ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
11.397 ἔστη πρόσθ’ · δ’ ὄπισθε καθεζόμενος βέλος ὠκὺ
11.398 ἐκ ποδὸς ἕλκ’ , ὀδύνη δὲ διὰ χροὸς ἦλθ’ ἀλεγεινή .
11.399 ἐς δίφρον δ’ ἀνόρουσε , καὶ ἡνιόχῳ ἐπέτελλε
11.400 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν · ἤχθετο γὰρ κῆρ .
11.401 οἰώθη δ’ Ὀδυσεὺς δουρὶ κλυτός , οὐδέ τις αὐτῷ
11.402 Ἀργείων παρέμεινεν , ἐπεὶ φόβος ἔλλαβε πάντας ·
11.403 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν