11.314 ἀλλ’ ἄγε δεῦρο πέπον , παρ’ ἔμ’ ἵσταο · δὴ γὰρ ἔλεγχος
11.315 ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ .
11.316 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης ·
11.317 ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι · ἀλλὰ μίνυνθα
11.318 ἡμέων ἔσσεται ἦδος , ἐπεὶ νεφεληγερέτα Ζεὺς
11.319 Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν .
11.320 καὶ Θυμβραῖον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε
11.321 δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν · αὐτὰρ Ὀδυσσεὺς
11.322 ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος .
11.323 τοὺς μὲν ἔπειτ’ εἴασαν , ἐπεὶ πολέμου ἀπέπαυσαν ·
11.324 τὼ δ’ ἀν’ ὅμιλον ἰόντε κυδοίμεον , ὡς ὅτε κάπρω
11.325 ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον ·
11.326 ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω · αὐτὰρ Ἀχαιοὶ
11.327 ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον .
11.328 ἔνθ’ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω
11.329 υἷε δύω Μέροπος Περκωσίου , ὃς περὶ πάντων
11.330 ᾔδεε μαντοσύνας , οὐδὲ οὓς παῖδας ἔασκε
11.331 στείχειν ἐς πόλεμον φθισήνορα · τὼ δέ οἱ οὔ τι
11.332 πειθέσθην · κῆρες γὰρ ἄγον μέλανος θανάτοιο .
11.333 τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
11.334 θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχε’ ἀπηύρα ·
11.335 Ἱππόδαμον δ’ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν .
11.336 ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
11.337 ἐξ Ἴδης καθορῶν · τοὶ δ’ ἀλλήλους ἐνάριζον .
11.338 ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
11.339 Παιονίδην ἥρωα κατ’ ἰσχίον · οὐ δέ οἱ ἵπποι
11.340 ἐγγὺς ἔσαν προφυγεῖν , ἀάσατο δὲ μέγα θυμῷ .
11.341 τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ’ ἔχεν , αὐτὰρ πεζὸς
11.342 θῦνε διὰ προμάχων , εἷος φίλον ὤλεσε θυμόν .
11.343 Ἕκτωρ δ’ ὀξὺ νόησε κατὰ στίχας , ὦρτο δ’ ἐπ’ αὐτοὺς
11.344 κεκλήγων · ἅμα δὲ Τρώων εἵποντο