10.424 γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
10.425 εὕδουσ’ ἀπάνευθε ; δίειπέ μοι ὄφρα δαείω .
10.426 τὸν δ’ ἠμείβετ’ ἔπειτα Δόλων Εὐμήδεος υἱός ·
10.427 τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ’ ἀτρεκέως καταλέξω .
10.428 πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
10.429 καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί ,
10.430 πρὸς Θύμβρης δ’ ἔλαχον Λύκιοι Μυσοί τ’ ἀγέρωχοι
10.431 καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί .
10.432 ἀλλὰ τί ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα ;
10.433 εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
10.434 Θρήϊκες οἷδ’ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων ·
10.435 ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος .
10.436 τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους ·
10.437 λευκότεροι χιόνος , θείειν δ’ ἀνέμοισιν ὁμοῖοι ·
10.438 ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται ·
10.439 τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
10.440 ἤλυθ’ ἔχων · τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
10.441 ἄνδρεσσιν φορέειν , ἀλλ’ ἀθανάτοισι θεοῖσιν .
10.442 ἀλλ’ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν ,
10.443 ἠέ με δήσαντες λίπετ’ αὐτόθι νηλέϊ δεσμῷ ,
10.444 ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
10.445 ἠὲ κατ’ αἶσαν ἔειπον ἐν ὑμῖν , ἦε καὶ οὐκί .
10.446 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης ·
10.447 μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ ·
10.448 ἐσθλά περ ἀγγείλας , ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς .
10.449 εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν ,
10.450 τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
10.451 ἠὲ διοπτεύσων ἐναντίβιον πολεμίξων ·
10.452 εἰ δέ κ’ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς ,
10.453 οὐκέτ’ ἔπειτα σὺ πῆμά ποτ’ ἔσσεαι Ἀργείοισιν .
10.454 , καὶ μέν μιν