9.493 γόνον ἐξετέλειον
9.494 ἐξ ἐμεῦ · ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ
9.495 ποιεύμην , ἵνα μοί ποτ’ ἀεικέα λοιγὸν ἀμύνῃς .
9.496 ἀλλ’ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν · οὐδέ τί σε χρὴ
9.497 νηλεὲς ἦτορ ἔχειν · στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί ,
9.498 τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε .
9.499 καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι
9.500 λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ’ ἄνθρωποι
9.501 λισσόμενοι , ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ .
9.502 καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο
9.503 χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ ,
9.504 αἵ ῥά τε καὶ μετόπισθ’ ἄτης ἀλέγουσι κιοῦσαι .
9.505 δ’ ἄτη σθεναρή τε καὶ ἀρτίπος , οὕνεκα πάσας
9.506 πολλὸν ὑπεκπροθέει , φθάνει δέ τε πᾶσαν ἐπ’ αἶαν
9.507 βλάπτουσ’ ἀνθρώπους · αἳ δ’ ἐξακέονται ὀπίσσω .
9.508 ὃς μέν τ’ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας ,
9.509 τὸν δὲ μέγ’ ὤνησαν καί τ’ ἔκλυον εὐχομένοιο ·
9.510 ὃς δέ κ’ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ ,
9.511 λίσσονται δ’ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι
9.512 τῷ ἄτην ἅμ’ ἕπεσθαι , ἵνα βλαφθεὶς ἀποτίσῃ .
9.513 ἀλλ’ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
9.514 τιμήν , τ’ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν .
9.515 εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ’ ὄπισθ’ ὀνομάζοι
9.516 Ἀτρεΐδης , ἀλλ’ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι ,
9.517 οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
9.518 Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης ·
9.519 νῦν δ’ ἅμα τ’ αὐτίκα πολλὰ διδοῖ τὰ δ’ ὄπισθεν ὑπέστη ,
9.520 ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους
9.521 κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν , οἵ τε σοὶ αὐτῷ
9.522 φίλτατοι Ἀργείων · τῶν μὴ σύ γε