7.437 πύργους θ’ ὑψηλούς , εἶλαρ νηῶν τε καὶ αὐτῶν .
7.438 ἐν δ’ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας ,
7.439 ὄφρα δι’ αὐτάων ἱππηλασίη ὁδὸς εἴη ·
7.440 ἔκτοσθεν δὲ βαθεῖαν ἐπ’ αὐτῷ τάφρον ὄρυξαν
7.441 εὐρεῖαν μεγάλην , ἐν δὲ σκόλοπας κατέπηξαν .
7.442 ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί ·
7.443 οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ
7.444 θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων .
7.445 τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων ·
7.446 Ζεῦ πάτερ , ῥά τίς ἐστι βροτῶν ἐπ’ ἀπείρονα γαῖαν
7.447 ὅς τις ἔτ’ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει ;
7.448 οὐχ ὁράᾳς ὅτι δ’ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
7.449 τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ , ἀμφὶ δὲ τάφρον
7.450 ἤλασαν , οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας ;
7.451 τοῦ δ’ ἤτοι κλέος ἔσται ὅσον τ’ ἐπικίδναται ἠώς ·
7.452 τοῦ δ’ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων
7.453 ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε .
7.454 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς ·
7.455 πόποι ἐννοσίγαι’ εὐρυσθενές , οἷον ἔειπες .
7.456 ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα ,
7.457 ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε ·
7.458 σὸν δ’ ἤτοι κλέος ἔσται ὅσον τ’ ἐπικίδναται ἠώς .
7.459 ἄγρει μὰν ὅτ’ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ
7.460 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν
7.461 τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι ,
7.462 αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι ,
7.463 ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν .
7.464 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
7.465 δύσετο δ’ ἠέλιος , τετέλεστο δὲ ἔργον Ἀχαιῶν ,
7.466 βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο .
7.467 νῆες δ’ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι
7.468 πολλαί