7.344 ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἐπῄνησαν βασιλῆες .
7.345 Τρώων αὖτ’ ἀγορὴ γένετ’ Ἰλίου ἐν πόλει ἄκρῃ
7.346 δεινὴ τετρηχυῖα , παρὰ Πριάμοιο θύρῃσι ·
7.347 τοῖσιν δ’ Ἀντήνωρ πεπνυμένος ἦρχ’ ἀγορεύειν ·
7.348 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι ,
7.349 ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει .
7.350 δεῦτ’ ἄγετ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ
7.351 δώομεν Ἀτρεΐδῃσιν ἄγειν · νῦν δ’ ὅρκια πιστὰ
7.352 ψευσάμενοι μαχόμεσθα · τὼ οὔ νύ τι κέρδιον ἡμῖν
7.353 ἔλπομαι ἐκτελέεσθαι , ἵνα μὴ ῥέξομεν ὧδε .
7.354 ἤτοι γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο · τοῖσι δ’ ἀνέστη
7.355 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο ,
7.356 ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα ·
7.357 Ἀντῆνορ σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις ·
7.358 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι .
7.359 εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις ,
7.360 ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί .
7.361 αὐτὰρ ἐγὼ Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω ·
7.362 ἀντικρὺ δ’ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω ·
7.363 κτήματα δ’ ὅσσ’ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
7.364 πάντ’ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι .
7.365 ἤτοι γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο · τοῖσι δ’ ἀνέστη
7.366 Δαρδανίδης Πρίαμος , θεόφιν μήστωρ ἀτάλαντος ,
7.367 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε ·
7.368 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι ,
7.369 ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει .
7.370 νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ ,
7.371 καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος ·
7.372 ἠῶθεν δ’ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
7.373 εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
7.374 μῦθον Ἀλεξάνδροιο , τοῦ